Αντώνης Ι. Παππού Σχολικός Σύμβουλος 7ης Περιφέρειας Δ. Ε. Σερρών Αντώνης Ι. Παππού Σχολικός Σύμβουλος 7ης Περιφέρειας Δ. Ε. Σερρών Παιδαγωγικές Συναντήσεις γ΄ τριμήνου (Απρ. 2013) με θέμα: “Προβλήματα στη Διδακτική του μαθήματος των Θρησκευτικών”
Α΄ Μέρος
Απόπειρα για μια Ορθόδοξη Βιωματική Προσέγγιση της Χρήσης και της Διδασκαλίας των εννοιών της πίστης μας
Ο τριαδικός Θεός μας
Η Θεοτόκος – Παναγιά μας
“ Ὑπερευλογημένη ὑπάρχεις, Θεοτόκε Παρθένε· διὰ γὰρ τοῦ ἐκ σοῦ σαρκωθέντος, ὁ ᾍδης ἠχμαλώτισται, ὁ Ἀδὰμ ἀνακέκληται, ἡ κατάρα νενέκρωται, ἡ Εὔα ἠλευθέρωται, ὁ θάνατος τεθανάτωται, καὶ ἡμεῖς ἐζωοποιήθημεν· διὸ ἀνυμνοῦντες βοῶμεν· Εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν, ὁ οὕτως εὐδοκήσας, δόξα σοι”.
Παναγία η Παραμυθία – Ι. Μ. Βατοπαιδίου Παναγία η Παραμυθία – Ι. Μ. Βατοπαιδίου
H Παναγία των Σερρών – Παναγία η Πονολύτρια
Το απολυτρωτικό σχέδιο του Θεού για το πλάσμα του, τον Άνθρωπο ήτοι Ο Ετήσιος εορταστικός κύκλος της Εκκλησίας μας
“ Ὁ Μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων· καὶ καταδεξάμενος διὰ τὴν ἡμετέραν σωτηρίαν, σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας· σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας· εἷς ὢν τῆς Ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ Ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς”.
Ευαγγελισμός της Θεοτόκου
“ Ὁ μέγας Στρατηγός, τῶν ἀΰλων Ἀγγέλων εἰς πόλιν Ναζαρέτ, ἐπιστὰς Βασιλέα, μηνύει σοι Ἀχραντε, τῶν αἰώνων καὶ Κύριον· Χαῖρε λέγων σοι, εὐλογημένη Μαρία, ἀκατάληπτον, καὶ ἀνερμήνευτον βάθος, βροτῶν ἡ ἀνάκλησις”.
Ἄγγελος πρωτοστάτης, οὐρανόθεν ἐπέμφθη, εἰπεῖν τῇ Θεοτόκῳ τὸ Χαῖρε καὶ σὺν τῇ ἀσωμάτῳ φωνῇ, σωματούμενόν σε θεωρῶν Κύριε, ἐξίστατο καὶ ἵστατο, κραυγάζων πρὸς αὐτὴν τοιαῦτα. Χαῖρε, δι' ἧς ἡ χαρὰ ἐκλάμψει, χαῖρε, δι' ἧς ἡ ἀρὰ ἐκλείψει. Χαῖρε, τοῦ πεσόντος, Ἀδὰμ ἡ ἀνάκλησις, χαῖρε τῶν δακρύων τῆς Εὔας ἡ λύτρωσις. Χαῖρε, ὕψος δυσανάβατον ἀνθρωπίνοις λογισμοῖς, χαῖρε, βάθος δυσθεώρητον καὶ Ἀγγέλων ὀφθαλμοῖς. Χαῖρε, ὅτι ὑπάρχεις Βασιλέως καθέδρα, χαῖρε, ὅτι βαστάζεις τὸν βαστάζοντα πάντα.
Χαῖρε, ἀστὴρ ἐμφαίνων τὸν Ἥλιον, χαῖρε, γαστὴρ ἐνθέου σαρκώσεως. Χαῖρε, δι' ἧς νεουργεῖται ἡ κτίσις, χαῖρε, δι' ἧς βρεφουργεῖται Κτίστης. Χαῖρε, Νύμφη ἀνύμφευτε. Βλέπουσα ἡ Ἁγία, ἑαυτὴν ἐν ἁγνείᾳ, φησὶ τῷ Γαβριὴλ θαρσαλέως. Τὸ παράδοξόν σου τῆς φωνῆς, δυσπαράδεκτόν μου τῇ ψυχῇ φαίνεται· ἀσπόρου γὰρ συλλήψεως τήν κύησιν πῶς λέγεις; κράζων, Ἀλληλούϊα.
Γέννηση Κυρίου – 25 Δεκεμβρίου
Περιτομή Κυρίου – 1 Ιανουαρίου
Η Αγία Οικογένεια