IG XII,6 1:56 (= SEG 1.362): μετά το 306 π.Χ. Τιμές των Σαμίων στο διάσημο Αιγινίτη υποκριτή Πώλο Πώλωι Σωσιγένους Αἰγινήτηι· vacat 0,022 2 ἔδοξε τῆι βουλῆι καὶ τῶι δήμωι, Δημά- ρ̣ετος Δημέου εἶπεν· ἐπειδὴ Πῶλος vac. Σωσιγένους Αἰγινήτης ἔν τε τοῖς πρότε- 5 ρον χρόνοις εὔνους καὶ πρόθυμος ὢν διε- τέλει περὶ τὴμ πόλιν καὶ νῦν τοῦ δήμου ψη- φισαμένου ἄγειν ἡμᾶς ἐπὶ τοῖς εὐαγγελίοις Ἀντιγόνεια καὶ Δημητρίεια καὶ τῶμ πρεσβευ- τῶμ παραγενομένωμ πρὸς αὐτὸν μισθῶν τε 10 ἐλασσόνων συνεχώρησεν ὑποκρινεῖσθαι τῶι δήμωι καὶ τὰ μὲν ἐκ τοῦ θεάτρου γενόμενα ἐκομίσατο, τὸ δὲ λοιπὸν ἐπέσχηκε τῆι πόλει καθότι ὁ δῆμος ἠξίωσεν αὐτόν, δεδόχθαι τῆ- [ι] βουλῆι καὶ τῶι δήμωι· ἐπηινῆσθαι μὲν Πῶλον 15 ἀρετῆς ἕνεκε καὶ προθυμίας ἣμ παρέσχηται τ- ῶι δήμωι, καὶ εἶναι αὐτῶι τῆς αὐτῆς ἐπιμελεία- ς τυγχάνειμ παρὰ τοῦ δήμου, δεδόσθαι δὲ αὐτῶι καὶ πολιτείαν ἐφ’ ἵσηι καὶ ὁμοίαι καὶ ἐπικληρῶσα- ι αὐτὸν ἐπὶ φυλὴν καὶ χιλιαστὺν καὶ ἑκατοστὺ-
20 ν καὶ γένος καὶ ἀναγράψαι καθότι καὶ τοὺς ἄλλου- ς Σαμίους, εἶναι δὲ αὐτὸν καὶ πρόξενον τοῦ δήμου, εἶναι δὲ αὐτῶι καὶ εἴσπλουν καὶ ἔκπλου- [ν] καὶ ἐμ πολέμωι καὶ ἐν εἰρήνηι ἀσυλεὶ καὶ ἀσπον- δεί, ὑπάρχειν δὲ αὐτῶι καὶ ἔφοδον ἐπὶ τὴν βουλὴγ 25 [κ]α̣ὶ τὸν δῆμον, ἄν του δέηται, πρώτωι μετὰ τὰ ἱερὰ κα- [ὶ τ]ὰ βασιλικά, δεδόσθαι δὲ αὐτῶι καὶ προεδρίαν ἐν τ- ο̣ῖς ἀγῶσιν οἷς ἂν ἡ πόλις ἄγηι πᾶσιν, εἶναι δὲ ταῦτα̣ καὶ αὐτῶι καὶ ἐκγόνοις, στεφανῶσαι δὲ Πῶλον θαλλ- οῦ στεφάνωι Διονυσίων τραγωιδοῖς, τῆς δὲ ἀναγ- 30 γελίας ἐπιμεληθῆναι τὸν ἀγωνοθέτην μετὰ τ- οῦ δημιουργοῦ, τὸ δὲ ψήφισμα τόδε ἀναγράψαι εἰς στήλην λιθίνην καὶ στῆσαι εἰς τὸ ἱερὸν τῆς Ἥρ- ας, τῆς δὲ ἐπικληρώσεως καὶ τῆς ἀναγραφῆς ἐ- πιμεληθῆναι τὸγ γραμματέα τῆς βουλῆς· vac. 35 ἔλαχε φυλὴν Χησιεῖς, χιλιαστὺς Οἴνωπες, γένος καὶ ἑκατοστὺς Ἑλανδρίδαι. vacat 0,155
FD III 2:68 (Syll.3 399): Δελφικές τιμές στους Διονυσιακούς τεχνίτες των Αθηνών (130/29 π.Χ.) 1 [θ]εοί. δόγμα Ἀμφικτιόνων. κλπ [το]ς τοῦ Πολιάγρου Χαλκιδέως· vacat? ἐπειδὴ οἱ περὶ [τὸ]ν Διόνυσον τεχνῖται οἱ ἐν Ἀθήναις, ψήφιζμα καὶ 30 [π]ρεζβευτὰς {²⁶πρεσβευτὰς}²⁶ ἀποστείλαντες Διονύσιον Νύνφιδος [τρ]αγικὸν ὑποδιδάσκαλον, Θυμο[τέλ]ην Φιλοκλέους [τραγικὸν ποιητήν, Ἐλπίνικον Ἐπικράτου τραγικὸν ὑπο]- [διδάσκαλον, Φιλίωνα Φιλομήλου τραγικὸν ὑποδι]- [δάσκαλον, Ἀρίστωνα Ζήνωνος τραγικὸν ὑποδιδάσ]- 35 [καλον, ἀνανενέωνται τὴν δεδομένην τοῖς τεχνίταις] [τοῖς ἐν Ἀθήναις πρότερον ὑπὸ τῶν Ἀμφικτιόνων ἀσυ]- [λίαν καὶ ἀσφάλειαν κατὰ τὸ δόγμα, καὶ παρακαλοῦσιν] [τοὺς Ἀμφικτίονας, ἀκόλουθα πράττοντας τῆι τῶν προ]- [γόνων αἱρέσει, συντηρῆσαι τὰ ψηφισθέντα ἑαυτοῖς] 40 [φιλάνθρωπα· ὅπως οὖν καὶ οἱ Ἀμφικτίονες φαίνωνται] [τὰ πρότερον δεδογμένα βεβαιοῦ]ντε[ς, δεδόχθαι] [τοῖς Ἀμφικτίοσιν εἶναι τοῖς ἐν Ἀθήν]αις τεχνίται[ς τήν] [τε ἀσυλίαν καὶ τὴν ἀσφάλειαν ε]ἰς τὸν ἀεὶ χρόνον κα- [θὰ καὶ ἐξ ἀρχῆς ὑπῆρχεν, καὶ εἶν]αι αὐτοὺς ἀτελεῖς, 45 [καὶ μὴ ἐξεῖναι μηθενὶ ἄγειν] τὸν τεχνίτην τὸν με- [τέχοντα τῆς ἐν Ἀθήναις σ]υνόδου μήτε πολέμου μή- [τε εἰρήνης, μηδὲ συλᾶν, μ]ηδὲ ῥυσιάζειν, ἀλλ’ εἶναι
[αὐτοὺς ἱεροὺς καὶ ἀπολ]υπραγμονήτους, ἐὰν μή τις [ἄγηι τινὰ τούτων πρὸς ἴ]διον χρέος· ἐὰν δέ τις παρὰ ταῦ- 50 [τα ποιῆι, ὑπόδικος ἔσ]τω ἐν Ἀμφικτίοσι, καὶ αὐτὸς καὶ [ἡ πόλις ἐν ἧι ἂν τὸ ἀδίκ]ημα κατὰ τοῦ τεχνίτου συντε[λε]- [σθῆι, ἵνα, τούτων γιν]ομένων, ὑπάρχηι ἥ τε ἀσυλί[α καὶ] [ἡ ἀσφάλεια τοῖς τεχνί]ταις τοῖς ἐν Ἀθήναις, καὶ [οἱ Ἀμφι]- [κτίονες φαίνωντα]ι ἀκόλουθα πράττοντες [τῆι] 55 [τῶν προγόνων αἱρέσ]ει· ἀναγράψαι δὲ τόδε τὸ δόγ[μα] [ἐν Δε]λφοῖς, ὁμοίως δὲ καὶ διαποστείλασθαι τοῦ δό- [γμ]ατος τὸ ἀντίγραφον πρὸς τὸν δῆμον τὸν Ἀθηναί- [ω]ν, ὅπως παρακολουθῇ τὰ δεδομένα φιλάνθρωπα πα- ρὰ τῶν Ἀμφικτιόνων τοῖς ἐν Ἀθήναις τεχνίταις· εἶναι 60 δὲ ταῦτα τοῖς ἐν Ἀθήναις τεχνίταις, ἐὰμ μή τι Ῥωμαί- οις ὑπεναντίον ἦι. vac.? δόγμα ἀρχαῖον Ἀμφικτιό- νων. ἐπὶ Ἱέρωνος ἄρχοντος ἐν Δελφοῖς, πυλαίας ἐαρινᾶς, ἱερομναμονούντων Θεσσαλῶν Ἱπποδάμα, Λέοντος, Αἰ- τωλῶν Λυκέα, Δωριμάχου, Βοιωτῶν Ἀσώπωνος, Διονυσί- 65 δου, Φωκέων Εὐφρέα, Χαρέα· vacat? ἔδοξεν τοῖς Ἀμφικτί- οσιν καὶ τοῖς ἱερομνάμοσιν καὶ τοῖς ἀγορατροῖς, ὅπω[ς] ἦι εἰς πάντα χρόνον ἀσυλία καὶ ἀτέλεια τοῖς τεχνί- ταις τοῖς ἐν Ἀθήναις, καὶ μὴ ἦι ἀγώγιμος μηθεὶς μηθαμό- θεν, μήτε πολέμου μήτε εἰράνας, μήτε τὰ χρήματα αὐ- 70 τῶν, ἀλλ’ ἦι αὐτοῖς ἀτέλεια καὶ ἀσφάλεια εἰς πάντα χρό- [ν]ον ἡ συνκεχωρημένη ὑπὸ πάντων τῶν Ἑλλάνων βεβαία, εἶ- [ν]αι δὲ τοὺς τεχνίτας ἀτελεῖς στρατείας πεζικᾶς καὶ ναυτι- [κᾶ]ς, καὶ εἰσφορᾶς πάσας, ὅπως τοῖς θεοῖς αἱ τιμαὶ καὶ αἱ θυ- [σίαι, ἐ]φ’ ἅς εἰσι τεταγμένοι οἱ τεχνῖται, συντελῶνται ἐν τοῖς
75 [καθήκουσιν χρόνοις, ὄντων αὐτῶν ἀπολυπραγ]- [μονήτων καὶ] ἱερῶ[ν π]ρὸς ταῖς τ[ῶν θεῶν λειτουργί]- [αις· μὴ ἐξέσ]τω δὲ μηδενὶ ἄγειν τὸν τ[εχνίταν, μήτε πο]- [λέμου μήτ]ε εἰρήνας, μηδὲ συλᾶν, εἴ κα [μὴ χρέος ἔχων] [πόλει ἦι] ὑπόχρεος, καὶ ἐὰν ἰδίου ἦι συν[βόλου ὑπόχρεος] 80 [ὁ τεχνί]τας· vacat? ἐὰν δέ τις παρὰ ταῦτα ποιῆ[ι, ὑπόδικος ἔστω] [ἐν] Ἀμφικτίοσι, αὐτός τε καὶ ἁ πόλις ἐν ἇι ἂν τὸ ἀ[δίκημα κα]- [τ]ὰ τοῦ τεχνίτα συντελεσθῆι· εἶμεν δὲ τὰν ἀτέλει[αν καὶ τὰν ἀ]- [σ]φάλειαν τὰ]ν δεδομέναν ὑπὸ Ἀμφικτιόνων τοῖς ἐν [Ἀθήναις] [τ]εχνίταις εἰς τὸν ἀεὶ χρόνον, οὖσιν ἀπολυπραγμον[ήτοις]· 85 τοὺς δὲ γραμματεῖς ἀναγράψαι τὸ δόγμα εἰς στήλαν [λιθί]- ναν, καὶ στῆσαι ἐν Δελφοῖς, πέμψαι δὲ καὶ ποτὶ Ἀθηναίο[υς] τοῦ δόγματος τοῦδε ἀντίγραφον ἐσφραγιζμένον, ἵνα εἰδῶ- σιν οἱ τεχνῖται ὅτι οἱ Ἀμφικτίονες πλείσταν ἔχοντι πρόνοια[ν] ὑπὲρ τᾶς πρὸς τοὺς θεοὺς εὐσεβείας, καὶ κατακολουθήκα[ν]- 90 τι τοῖς παρακαλουμένοις ὑπὸ τῶν τεχνιτᾶν, πειράσοντα[ι] δὲ καὶ εἰς τὸ λοιπὸν ταῦτά τε φυλάσσειν εἰς τὸν ἅπα[ντα] χρόνον, καὶ ἄλλο ὅτι ἂν ἔχωντι ἀγαθὸν προσαύ[ξειν ὑπὲρ] τῶν περὶ τὸν Διόνυσον τεχνιτᾶν. πρέσσβει[ς· Ἀστυδάμας] [π]οιητὴς τραγωιδιῶν, Νεοπτόλεμος [τραγωιδός].
Θέατρα του 4ου αι. π.Χ. (Moretti 2014)
Θέατρο Πριήνης
Θέατρο Πριήνης
Θέατρο Πριήνης: σχεδιαστική αναπαράσταση
Θέατρο Μεγαλόπολης
Boscoreale: έπαυλη P. Fannius Synistor
Boscoreale: έπαυλη P. Fannius Synistor. Αναπαράσταση θυρώματος θεατρικής σκηνής
Στάδιο Σικυώνας: τεκμηρίωση και κάτοψη της υφιστάμενης κατάστασης (Δημήτρης Μπάρτζης)
Στάδιο Σικυώνας: φωτογραμμετρική κάτοψη μέρους της βαλβίδας (Δ Στάδιο Σικυώνας: φωτογραμμετρική κάτοψη μέρους της βαλβίδας (Δ. Μπάρτζης)
Στάδιο Σικυώνας: τεκμηρίωση αποκατάσταση στίβου και κοίλου ( Δημήτρης Μπάρτζης)