Atene e il suo impero Fonti letterarie Tucidide, Guerra del Peloponneso, 1.89-118 (crescita della potenza ateniese, cause dell’origine della Guerra del Peloponneso) 1.118.2: ταῦτα δὲ ξύμπαντα ὅσα ἔπραξαν οἱ Ἕλληνες πρός τε ἀλλήλους καὶ τὸν βάρβαρον ἐγένετο ἐν ἔτεσι πεντήκοντα μάλιστα μεταξὺ τῆς τε Ξέρξου ἀναχωρήσεως καὶ τῆς ἀρχῆς τοῦδε τοῦ πολέμου: ἐν οἷς οἱ Ἀθηναῖοι τήν τε ἀρχὴν ἐγκρατεστέραν κατεστήσαντο καὶ αὐτοὶ ἐπὶ μέγα ἐχώρησαν δυνάμεως, οἱ δὲ Λακεδαιμόνιοι αἰσθόμενοι οὔτε ἐκώλυον εἰ μὴ ἐπὶ βραχύ, ἡσύχαζόν τε τὸ πλέον τοῦ χρόνου ... Diodoro Siculo Plutarco Ps-Senofonte (Costituzione degli Ateniesi) Aristofane Platone Oratori attici Fonti epigrafiche liste delle sessagesime decreti di revisione del tributo (‘assessment decrees’) altri documenti epigrafici
Thuc. 1.96-1.97.1 – Fondazione della Lega delio-attica (478/7 a.C.) παραλαβόντες δὲ οἱ Ἀθηναῖοι τὴν ἡγεμονίαν τούτῳ τῷ τρόπῳ ἑκόντων τῶν ξυμμάχων διὰ τὸ Παυσανίου μῖσος, ἔταξαν ἅς τε ἔδει παρέχειν τῶν πόλεων χρήματα πρὸς τὸν βάρβαρον καὶ ἃς ναῦς: πρόσχημα γὰρ ἦν ἀμύνεσθαι ὧν ἔπαθον δῃοῦντας τὴν βασιλέως χώραν. καὶ Ἑλληνοταμίαι τότε πρῶτον Ἀθηναίοις κατέστη ἀρχή, οἳ ἐδέχοντο τὸν φόρον: οὕτω γὰρ ὠνομάσθη τῶν χρημάτων ἡ φορά. ἦν δ᾽ ὁ πρῶτος φόρος ταχθεὶς τετρακόσια τάλαντα καὶ ἑξήκοντα. ταμιεῖόν τε Δῆλος ἦν αὐτοῖς, καὶ αἱ ξύνοδοι ἐς τὸ ἱερὸν ἐγίγνοντο. ἡγούμενοι δὲ αὐτονόμων τὸ πρῶτον τῶν ξυμμάχων καὶ ἀπὸ κοινῶν ξυνόδων βουλευόντων, τοσάδε ἐπῆλθον πολέμῳ τε καὶ διαχειρίσει πραγμάτων μεταξὺ τοῦδε τοῦ πολέμου καὶ τοῦ Μηδικοῦ, ἃ ἐγένετο πρός τε τὸν βάρβαρον αὐτοῖς καὶ πρὸς τοὺς σφετέρους ξυμμάχους νεωτερίζοντας καὶ Πελοποννησίων τοὺς αἰεὶ προστυγχάνοντας ἐν ἑκάστῳ.
Il phoros Arist. Ath. Pol. 23.5 διὸ καὶ τοὺς φόρους οὗτος ἦν ὁ τάξας ταῖς πόλεσιν τοὺς πρώτους, ἔτει τρίτῳ μετὰ τὴν ἐν Σαλαμῖνι ναυμαχίαν, ἐπὶ Τιμοσθένους ἄρχοντος, καὶ τοὺς ὅρκους ὤμοσεν τοῖς Ἴωσιν, ͅͅ ὥστε τὸν αὐτὸν ἐχθρὸν εἶναι καὶ φίλον, ἐφ᾽ οἷς καὶ τοὺς μύδρους ἐν τῷ πελάγει καθεῖσαν. Plut. Arist. 24.1-2 οἱ δ᾽ Ἕλληνες ἐτέλουν μέν τινα καὶ Λακεδαιμονίων ἡγουμένων ἀποφορὰν εἰς τὸν πόλεμον, ταχθῆναι δὲ βουλόμενοι κατὰ πόλιν ἑκάστοις τὸ μέτριον ᾐτήσαντο παρὰ τῶν Ἀθηναίων Ἀριστείδην, καὶ προσέταξαν αὐτῷ χώραν τε καὶ προσόδους ἐπισκεψάμενον ὁρίσαι τὸ κατ᾽ ἀξίαν ἑκάστῳ καὶ δύναμιν. ὁ δὲ τηλικαύτης ἐξουσίας κύριος γενόμενος καὶ τρόπον τινὰ τῆς Ἑλλάδος ἐπ᾽ αὐτῷ μόνῳ τὰ πράγματα πάντα θεμένης, πένης μὲν ἐξῆλθεν, ἐπανῆλθε δὲ πενέστερος, οὐ μόνον καθαρῶς καὶ δικαίως, ἀλλὰ καὶ προσφιλῶς πᾶσι καὶ ἁρμοδίως τὴν ἐπιγραφὴν τῶν χρημάτων ποιησάμενος. ὡς γὰρ οἱ παλαιοὶ τὸν ἐπὶ Κρόνου βίον, οὕτως οἱ σύμμαχοι τῶν Ἀθηναίων τὸν ἐπ᾽ Ἀριστείδου φόρον εὐποτμίαν τινὰ τῆς Ἑλλάδος ὀνομάζοντες ὕμνουν, καὶ μάλιστα μετ᾽ οὐ πολὺν χρόνον διπλασιασθέντος, εἶτ᾽ αὖθις τριπλασιασθέντος
Liste di ‘revisione’ (‘assessment lists’) = decreti di revisione votati da Atene, che elencano le città alleate e l’entità del tributo versato ad Atene Liste annuali del tributo: registravano il pagamento delle singole città Liste delle sessagesime (‘tribute lists’ o ‘quota lists’): registrazioni delle aparchai (= ‘primizie’) calcolate sul tributo e versate alla dea Atena
Liste delle sessagesime Anni I-XV (454/3-440/39 a.C.): 14 liste incise su di un’unica stele, il cd. Lapis primus (IG I3 259-272) Anni XVI-XXIII (439/8-432/1 a.C.): 8 liste incise su di una seconda stele, il cd. Lapis secundus (IG I3 273-280) Anni XXIV - (post 432 a.C.): le successive liste furono incise ciascuna su di una stele diversa (IG I3 281-290) Thuc. 7.28.4: δι᾽ ἃ καὶ τότε ὑπό τε τῆς Δεκελείας πολλὰ βλαπτούσης καὶ τῶν ἄλλων ἀναλωμάτων μεγάλων προσπιπτόντων ἀδύνατοι ἐγένοντο τοῖς χρήμασιν. καὶ τὴν εἰκοστὴν ὑπὸ τοῦτον τὸν χρόνον τῶν κατὰ θάλασσαν ἀντὶ τοῦ φόρου τοῖς ὑπηκόοις ἐποίησαν, πλείω νομίζοντες ἂν σφίσι χρήματα οὕτω προσιέναι. αἱ μὲν γὰρ δαπάναι οὐχ ὁμοίως καὶ πρίν, ἀλλὰ πολλῷ μείζους καθέστασαν, ὅσῳ καὶ μείζων ὁ πόλεμος ἦν: αἱ δὲ πρόσοδοι ἀπώλλυντο
Revisione del tributo Ps-Xen., Ath. Pol. 3.5 πολλὰ ἔτι πάνυ παραλείπω: τὸ δὲ μέγιστον εἴρηται πλὴν αἱ τάξεις τοῦ φόρου: τοῦτο δὲ γίγνεται ὡς τὰ πολλὰ δι᾽ ἔτους πέμπτου Thuc. 1.96.2 ἦν δ᾽ ὁ πρῶτος φόρος ταχθεὶς τετρακόσια τάλαντα καὶ ἑξήκοντα. Thuc. 2.13.3 θαρσεῖν τε ἐκέλευε προσιόντων μὲν ἑξακοσίων ταλάντων ὡς ἐπὶ τὸ πολὺ φόρου κατ᾽ ἐνιαυτὸν ἀπὸ τῶν ξυμμάχων τῇ πόλει ἄνευ τῆς ἄλλης προσόδου, ὑπαρχόντων δὲ ἐν τῇ ἀκροπόλει ἔτι τότε ἀργυρίου ἐπισήμου ἑξακισχιλίων ταλάντων
Il Lapis primus (IG I3 259-272)
Lapis primus
Lapis primus, apografo
Lapis primus, disposizione dei frammenti conservati
Lapis primus, fr. 1a Lapis primus, frr 1a, 3, 6
Lapis primus, frr 3, 6
Lapis primus, frr. 4, 5
IG I3 259 Fronte, Coll. I-VI (ll. 1-4) - prescritto [ἀπαρχαὶ ℎαίδε χορὶς χ]σ̣ύμ̣[πασαι παρ]ὰ το͂ν ℎελλ[ενοτ]αμιο͂ν ℎ[οῖς ․․․7․․․] [․․․7․․․ ἐγραμμάτευ]ε πρ[ο͂]τ[αι τοῖσι] τριάκο[ντα ἀπ]εφάνθεσαν [τε͂ι θεο͂ι] [το͂ χσυμμαχικο͂ φόρο ἐ]πὶ Ἀρίσ̣[τονος] ἄρχοντος Ἀ[θεν]αίοις μνᾶ ἀ[πὸ το͂ ταλ]- [άντο]· vacat vacat Lato destro – postscriptum [παρὰ το͂ν ℎελλενοταμιο͂ν] [ℎοῖς ․․․․․․14․․․․․․ ἐγ]- [ραμμάτευε τοῖσι τριάκο]- [ντα ἀπεφάνθεσαν ἀπαρχα]- 5 [ὶ ℎοπόσαι τε͂ι θεο͂ι ἀπὸ το͂]- [μ πόλ]εον ἐ͂[σαν ∶ χορὶς τό τε] [ἀργύ]ριον ∶ κ[αὶ τὸ χρυσίον]· [το͂] ἀργυρίο∶ [κεφάλαιον ἐ͂ν] [. .]ΧΧΗΗΗΔΔ[․․․․11․․․․․] 10 [χ]ρυσίο σύμ[παντος Κυζικ]- ενο͂ ∶ κ[ε]φά̣[λαιον ἐ͂ν στατε͂ρ]- ες Κυ[ζικενοί ∶ ․․․․έκοντ]- α̣ ℎέχ̣[ς — — — — — — — — — —]