vers
οἶσθ ´ οὖν ἃ λέξαι σοί τε καὶ παισὶν θέλω ;
οὐκ οἶδα · τῶι σῶι τοῦτο σημανεῖς λόγωι.
ἔστ ´, ὦ φιληθεὶς ὡς σὺ νῦν ἐμοὶ φιλῆι
τί χρῆμ ´ ὃ κἀμὲ καὶ τέκν ´ εἰδέναι χρεών ;
χρυσοῦ παλαιαὶ Πριαμιδῶν κατώρυχες.
ταῦτ ´ ἔσθ ´ ἃ βούληι παιδὶ σημῆναι σέθεν ;
μάλιστα, διὰ σοῦ γ ´ · εἶ γὰρ εὐσεβὴς ἀνήρ.
τί δῆτα τέκνων τῶνδε δεῖ παρουσίας ;
. ἄμεινον, ἢν σὺ κατθάνηις, τούσδ ´ εἰδέναι.
καλῶς ἔλεξας· τῆιδε καὶ σοφώτερον.
. οἶσθ ´ οὖν Ἀθάνας Ἰλιάδος ἵνα στέγαι ;
ἐνταῦθ ´ ὁ χρυσός ἐστι ; σημεῖον δὲ τί ;
. μέλαινα πέτρα γῆς ὑπερτέλλους ´ ἄνω
ἔτ ´ οὖν τι βούληι τῶν ἐκεῖ φράζειν ἐμοί ;
σῶσαί σε χρήμαθ ´ οἷς συνεξῆλθον θέλω
ποῦ δῆτα ; πέπλων ἐντὸς ἢ κρύψας ´ ἔχεις ;
σκύλων ἐν ὄχλωι ταῖσδε σώιζεται στέγαις.
ποῦ δ ´ ; αἵδ ´ Ἀχαιῶν ναύλοχοι περιπτυχαί.
ἴδιαι γυναικῶν αἰχμαλωτίδων στέγαι
τἄνδον δὲ πιστὰ κἀρσένων ἐρημία ;
οὐδεὶς Ἀχαιῶν ἔνδον ἀλλ ´ ἡμεῖς μόναι.
ἀλλ ´ ἕρπ ´ ἐς οἴκους· καὶ γὰρ Ἀργεῖοι νεῶν λῦσαι ποθοῦσιν οἴκαδ ´ ἐκ Τροίας πόδα·
ὡς πάντα πράξας ὧν σε δεῖ στείχηις πάλιν ξὺν παισὶν οὗπερ τὸν ἐμὸν ὤικισας γόνον
vers