Η παρουσίαση φορτώνεται. Παρακαλείστε να περιμένετε

Η παρουσίαση φορτώνεται. Παρακαλείστε να περιμένετε

Αρχαίες Ελληνικές Επιγραφές

Παρόμοιες παρουσιάσεις


Παρουσίαση με θέμα: "Αρχαίες Ελληνικές Επιγραφές"— Μεταγράφημα παρουσίασης:

1 Αρχαίες Ελληνικές Επιγραφές

2 τὸ μὰ ψάφισμα τόνε κῦρρον ἔμμεν κὰπ παντὸς χρόνοι καὶ τὸς ταμίας ἐσδόμεν ὀνγράψειν αὐτὸ ἐν στάλλας λιθίας δύας καὶ τὰ ὀνύματα τοῦν πολιτογραφειθέντουν καὶ κατθέμεν τὰμ μὲν ἴαν ἐν τὸ ἱερὸν τοῖ Ἄπλουνος τοῖ Κερδοίοι, τὰμ μὰ ἄλλαν ἐν τὰν ἀκρόπολιν, καὶ τὰν ὀνάλαν, κίς κε γινύειτει ἐν τάνε, δόμεν

3 ἐπειδὴ συμβαίνει πλείω [ἀ]νηλώματα γείνεσθαι καὶ διὰ ταῦ[τα ἀξιοῦσιν]
αἱ ἀεὶ λανχάνουσαι ἱέρειαι διάταξίν τινα ἑα[υταῖς] γενέσθαι [ε]ὐσχήμονα καθ’ ἣν λει[το]υργήσουσιν μηδεμι[ᾶ]ς [α]ὐ[τ]α̣[ῖ]ς ἐπι[θ]έτ̣[ου] δαπάνης ἐπικειμένη[ς], ἀ[γαθ]εῖ τύχει δεδόχθαι τοῖς ὀργεῶσιν, τὴν λαχοῦσαν ἱέρειαν εἰς [τὸν] μετὰ [Ἑρ]- μογένην ἄρχοντα ἐνιαυτόν, κατὰ ταὐτὰ δὲ καὶ τὰς λοιπὰς [σ]τ[ρω]ννύειν θρόνους δύο [ὡς] καλλίστους, περιτιθέναι δὲ ταῖς φιαληφόροις καὶ τ[α]ῖ[ς πε]-ρὶ τὴν θεὸν οὔσαις ἐν τῶι ἀγερμ[ῶ]ι κόσμον ἀρ[γυροῦ]ν· [ἐὰ]ν [δ]ὲ παρὰ ταῦτα ποιεῖ, κύριοι ἔ[σ]τωσαν οἱ ὀργεῶνες ζημιοῦντε[ς τὴ]ν [π]α[ρ]αβαίνουσά[ν] τι τῶν γεγραμμένων μέχρι δραχμῶν π[εν]τήκον[τα κα]ὶ εἰσπραττ[όν]των τρόπωι ὅτωι ἂν [δύνωνται·

4 ἔστω δὲ καὶ τωνὶ τῶ ἐπιζαμίω ὁ αὐτὸς ἴγγυος ὅπερ
καὶ τῶ ἔργω ἦς ἰν ἔστεισιν. εἰ δ’ ἄν τις ἐργωνήσας ἔργον τι ποσκατυβλάψη τι ἄλλυ τῶν ὑπαρχόντων ἔργων εἴτε ἱερὸν εἴτε δαμόσιον εἴτε ἴδιον πὰρ τὰν σύγγραφον τᾶς ἐσδοκαῦ, ἀπυκαθιστάτω τὸ κατυβλαφθὲν τοῖς ἰδίοις ἀναλώμασιν μὴ ἧσσον ἢ ὑπᾶρχε ἐν τοῖ χρόνοι τᾶς ἐργωνίαυ.

5 ὐπάρχην Δαμοκράτη πρό-
ξενον, καὶ εὐεργέταν δ’ ἦμεν τᾶρ πόλιορ αὐτὸν καὶ γένορ, καὶ τὰ λοιπὰ τίμια ἦμεν αὐτοῖ, ὄσσα καὶ τοῖρ ἄλλοιρ προξένοιρ καὶ εὐεργέταιρ ὐπάρχει παρὰ τᾶρ πόλιορ. ἦμεν δὲ καὶ ἀσφάλειαν καὶ πολέμω καὶ εἰράναρ καὶ γᾶρ καὶ βοικίαρ ἔγκτησιν καὶ ἀτέλειαν καὶ προεδρίαν ἐν τοῖρ Διονυσιακοῖρ ἀγώνοιρ, τᾶν τε θυσιᾶν καὶ τιμᾶν πασᾶν μετέχην, καθὼρ καὶ τοὶ λοιποὶ θεαροδόκοι καὶ εὐεργέται μετέχοντι. δόμεν δὲ αὐτοῖ καὶ Δαμοκράτη τὸν ταμίαν ξένια τὰ μέγιστα ἐκ τῶν νόμων.


Κατέβασμα ppt "Αρχαίες Ελληνικές Επιγραφές"

Παρόμοιες παρουσιάσεις


Διαφημίσεις Google