Η παρουσίαση φορτώνεται. Παρακαλείστε να περιμένετε

Η παρουσίαση φορτώνεται. Παρακαλείστε να περιμένετε

Vers 998- 1022. οἶσθ ´ οὖν ἃ λέξαι σοί τε καὶ παισὶν θέλω ;

Παρόμοιες παρουσιάσεις


Παρουσίαση με θέμα: "Vers 998- 1022. οἶσθ ´ οὖν ἃ λέξαι σοί τε καὶ παισὶν θέλω ;"— Μεταγράφημα παρουσίασης:

1 vers

2 οἶσθ ´ οὖν ἃ λέξαι σοί τε καὶ παισὶν θέλω ;

3 οὐκ οἶδα · τῶι σῶι τοῦτο σημανεῖς λόγωι.

4 ἔστ ´, ὦ φιληθεὶς ὡς σὺ νῦν ἐμοὶ φιλῆι

5 τί χρῆμ ´ ὃ κἀμὲ καὶ τέκν ´ εἰδέναι χρεών ;

6 χρυσοῦ παλαιαὶ Πριαμιδῶν κατώρυχες.

7 ταῦτ ´ ἔσθ ´ ἃ βούληι παιδὶ σημῆναι σέθεν ;

8 μάλιστα, διὰ σοῦ γ ´ · εἶ γὰρ εὐσεβὴς ἀνήρ.

9 τί δῆτα τέκνων τῶνδε δεῖ παρουσίας ;

10 . ἄμεινον, ἢν σὺ κατθάνηις, τούσδ ´ εἰδέναι.

11 καλῶς ἔλεξας· τῆιδε καὶ σοφώτερον.

12 . οἶσθ ´ οὖν Ἀθάνας Ἰλιάδος ἵνα στέγαι ;

13 ἐνταῦθ ´ ὁ χρυσός ἐστι ; σημεῖον δὲ τί ;

14 . μέλαινα πέτρα γῆς ὑπερτέλλους ´ ἄνω

15 ἔτ ´ οὖν τι βούληι τῶν ἐκεῖ φράζειν ἐμοί ;

16 σῶσαί σε χρήμαθ ´ οἷς συνεξῆλθον θέλω

17 ποῦ δῆτα ; πέπλων ἐντὸς ἢ κρύψας ´ ἔχεις ;

18 σκύλων ἐν ὄχλωι ταῖσδε σώιζεται στέγαις.

19 ποῦ δ ´ ; αἵδ ´ Ἀχαιῶν ναύλοχοι περιπτυχαί.

20 ἴδιαι γυναικῶν αἰχμαλωτίδων στέγαι

21 τἄνδον δὲ πιστὰ κἀρσένων ἐρημία ;

22 οὐδεὶς Ἀχαιῶν ἔνδον ἀλλ ´ ἡμεῖς μόναι.

23 ἀλλ ´ ἕρπ ´ ἐς οἴκους· καὶ γὰρ Ἀργεῖοι νεῶν λῦσαι ποθοῦσιν οἴκαδ ´ ἐκ Τροίας πόδα·

24 ὡς πάντα πράξας ὧν σε δεῖ στείχηις πάλιν ξὺν παισὶν οὗπερ τὸν ἐμὸν ὤικισας γόνον

25 vers


Κατέβασμα ppt "Vers 998- 1022. οἶσθ ´ οὖν ἃ λέξαι σοί τε καὶ παισὶν θέλω ;"

Παρόμοιες παρουσιάσεις


Διαφημίσεις Google