Κατέβασμα παρουσίασης
Η παρουσίαση φορτώνεται. Παρακαλείστε να περιμένετε
1
De verso a proverbio: el caso de Od. 9.109
Abigail Torre Beivide (Universidad de Oviedo) (FICYT: BP-14070) XXVI Jornadas de Filología Clásica
2
Primeros testimonios: uso del verso en sentido literal, Diodoro Sículo y Estrabón. 1. Timaeus historicus (ss. IV/III a.C.) FGrH 566, fr (=D. S ) τοὺς δὲ κατοικοῦντας αὐτὴν τὸ παλαιὸν Σικανοὺς αὐτόχθονας εἶναί φασιν οἱ νομιμώτατοι τῶν συγγραφέων, καὶ τάς τε προειρημένας θεὰς ἐν ταύτῃ τῇ νήσῳ πρώτως φανῆναι καὶ τὸν τοῦ σίτου καρπὸν ταύτην πρώτην ἀνεῖναι διὰ τὴν ἀρετὴν τῆς χώρας, περὶ ὧν καὶ τὸν ἐπιφανέστατον τῶν ποιητῶν μαρτυρεῖν λέγοντα (Od ) ἀλλὰ τά γ' ἄσπαρτα καὶ ἀνήροτα πάντα φύονται, πυροὶ καὶ κριθαὶ ἠδ' ἄμπελοι, αἵ τε φέρουσιν οἶνον ἐριστάφυλον, καί σφιν Διὸς ὄμβρος ἀέξει· ἔν τε γὰρ τῶι Λεοντίνῳ πεδίῳ καὶ κατὰ πολλοὺς ἄλλους τόπους τῆς Σικελίας μέχρι τοῦ νῦν φύεσθαι τοὺς ἀγρίους ὀνομαζομένους πυρούς.
3
2. Diodorus Siculus (s. I a.C.) Bibliotheca historica 5.69.3
ἀλλὰ τά γ' ἄσπαρτα καὶ ἀνήροτα πάντα φύονται, πυροὶ καὶ κριθαί. περὶ μὲν οὖν Δήμητρος τοιαῦτα μυθολογοῦσι.
4
3. Strabo geographus (ss. I a.C./ I d.C.) Geographica 11.4.3
Τάχα μὲν οὖν τῷ τοιούτῳ γένει τῶν ἀνθρώπων οὐδὲν δεῖ θαλάττης· οὐδὲ γὰρ τῇ γῇ χρῶνται κατ' ἀξίαν, πάντα μὲν ἐκφερούσῃ καρπὸν καὶ τὸν ἡμερώτατον, πᾶν δὲ φυτόν· καὶ γὰρ τὰ ἀειθαλῆ φέρει· τυγχάνει δ' ἐπιμελείας οὐδὲ μικρᾶς, ἀλλὰ τἀγαθὰ ἄσπαρτα καὶ ἀνήροτα πάντα φύονται (Od ), καθάπερ οἱ στρατεύσαντές φασι, Κυκλώπειόν τινα διηγούμενοι βίον· πολλαχοῦ γοῦν σπαρεῖσαν ἅπαξ δὶς ἐκφέρειν καρπὸν ἢ καὶ τρίς, τὸν δὲ πρῶτον καὶ πεντηκοντάχουν, ἀνέαστον καὶ ταῦτα οὐδὲ σιδήρῳ τμηθεῖσαν ἀλλ' αὐτοξύλῳ ἀρότρῳ.
5
4. Strabo geographus (ss. I a.C./ I d.C.) Geographica 13.1.25
Εἰκάζει δὲ Πλάτων (Lg ) μετὰ τοὺς κατακλυσμοὺς τρία πολιτείας εἴδη συνίστασθαι· πρῶτον μὲν τὸ ἐπὶ τὰς ἀκρωρείας ἁπλοῦν τι καὶ ἄγριον, δεδιότων τὰ ὕδατα ἐπιπολάζοντα ἀκμὴν ἐν τοῖς πεδίοις· δεύτερον δὲ τὸ ἐν ταῖς ὑπωρείαις, θαρρούντων ἤδη κατὰ μικρόν, ἅτε δὴ καὶ τῶν πεδίων ἀρχομένων ἀναψύχεσθαι· τρίτον δὲ τὸ ἐν τοῖς πεδίοις [...] τὸ γὰρ μᾶλλον καὶ ἧττον θαρρεῖν πλησιάζειν τῇ θαλάττῃ πλείους ἂν ὑπογράφοι διαφορὰς πολιτειῶν καὶ ἠθῶν, καθάπερ τῶν ἀγαθῶν τε καὶ τῶν ἀγρίων ἔτι πως ἐπὶ τὸ ἥμερον τῶν δευτέρων ὑποβεβηκότων. ἔστι δέ τις διαφορὰ καὶ παρὰ τούτοις τῶν ἀγροίκων καὶ μεσαγροίκων καὶ πολιτικῶν [...] ταύτας δὴ τὰς διαφορὰς ὑπογράφειν φησὶ τὸν ποιητὴν ὁ Πλάτων, τῆς μὲν πρώτης πολιτείας παράδειγμα τιθέντα τὸν τῶν Κυκλώπων βίον, αὐτοφυεῖς νεμομένων καρποὺς καὶ τὰς ἀκρωρείας κατεχόντων ἐν σπηλαίοις τισίν (Od )· ἀλλὰ τά γ' ἄσπαρτα καὶ ἀνήροτα πάντα φύονται, φησίν, αὐτοῖς · τοῖσιν δ' οὐκ ἀγοραὶ βουληφόροι, οὔτε θέμιστες· ἀλλ' οἵ γ' ὑψηλῶν ὀρέων ναίουσι κάρηνα, ἐν σπέσσι γλαφυροῖσι, θεμιστεύει δὲ ἕκαστος παίδων ἠδ' ἀλόχων (Od ).
6
S. II d.C.: primeros textos con sentido metafórico de la mano de Luciano 5. Lucianus sophista (s. II d.C.) Phalaris 2 2.8 ὅτι μὲν δὴ ἐν κρημνοῖς τε οἰκοῦμεν αὐτοὶ καὶ πέτρας γεωργοῦμεν, οὐχ Ὅμηρον χρὴ περιμένειν δηλώσοντα ἡμῖν (Il , 9.405), ἀλλ' ὁρᾶν πάρεστι ταῦτα. καὶ ὅσον ἐπὶ τῇ γῇ, βαθεῖ λιμῷ ἀεὶ συνῆμεν ἄν, τὸ δ' ἱερὸν καὶ ὁ Πύθιος καὶ τὸ χρηστήριον καὶ οἱ θύοντες καὶ οἱ εὐσεβοῦντες, ταῦτα Δελφῶν τὰ πεδία, ταῦτα ἡ πρόσοδος, ἐντεῦθεν ἡ εὐπορία, ἐντεῦθεν αἱ τροφαί - χρὴ γὰρ τἀληθῆ πρός γε ἡμᾶς αὐτοὺς λέγειν - καὶ τὸ λεγόμενον ὑπὸ τῶν ποιητῶν (Od ), ἄσπαρτα ἡμῖν καὶ ἀνήροτα φύεται τὰ πάντα ὑπὸ γεωργῷ τῷ θεῷ, ὃς οὐ μόνον τὰ παρὰ τοῖς Ἕλλησιν ἀγαθὰ γιγνόμενα παρέχει, ἀλλ' εἴ τι ἐν Φρυξὶν ἢ Λυδοῖς ἢ Πέρσαις ἢ Ἀσσυρίοις ἢ Φοίνιξιν ἢ Ἰταλιώταις ἢ Ὑπερβορέοις αὐτοῖς, πάντα ἐς Δελφοὺς ἀφικνεῖται. καὶ τὰ δεύτερα μετὰ τὸν θεὸν ἡμεῖς τιμώμεθα ὑφ' ἁπάντων καὶ εὐποροῦμεν καὶ εὐδαιμονοῦμεν·
7
6. Lucianus sophista (s. II d. C
6. Lucianus sophista (s. II d.C.) De parasito sive artem esse parasiticam 23-24 Ὅτι γε μὴν ἡ βασιλικωτάτη τῶν τεχνῶν ἔστιν αὕτη, μάθοις ἂν καὶ ἐκ τοῦδε οὐχ ἥκιστα· τὰς μὲν γὰρ λοιπὰς τέχνας οὐ μόνον κακοπαθοῦντες καὶ ἱδροῦντες, ἀλλὰ νὴ Δία καθήμενοι καὶ ἑστῶτες ἐργάζονται ὥσπερ ἀμέλει δοῦλοι τῶν τεχνῶν, ὁ δὲ παράσιτος μεταχειρίζεται τὴν αὑτοῦ τέχνην ὡς βασιλεὺς κατακείμενος. Ἐκεῖνα μὲν γὰρ τί δεῖ λέγειν περὶ τῆς εὐδαιμονίας αὐτοῦ, ὅτι δὴ μόνος κατὰ τὸν σοφὸν Ὅμηρον (Od ) οὔτε φυτεύει χερσὶ φυτὸν οὔτε ἀροῖ, ἀλλὰ τά γ' ἄσπαρτα καὶ ἀνήροτα πάντα νέμεται;
8
7. Maximus Tyrius (s. II d.C.) Dissertationes 23.5
Ἀλλ' οὐδὲ νῦν δεῖ γεωργίας· οὐ γὰρ ἐξέκαμεν ἡ γῆ τοὺς καρποὺς αὐτομάτους φέρουσα· φέρει μὲν τροφήν, φηγοὺς καὶ ὄγχνας· φέρει δὲ ποτὸν αὐτοφυές, Νεῖλον καὶ Ἴστρον καὶ Ἀχελωὸν καὶ Μαίανδρον, καὶ ἄλλους κρατῆρας ἀενάους ναμάτων καθαρῶν καὶ νηφαλίων· γεωργεῖ δὲ ταῦτα οὐ πρεςβύτης Ἰκάριος οὐδὲ Βοιώτιος ἀνήρ ἢ Θετταλικός, ἀλλ' ἥλιος αὐτὸς καὶ σελήνη θάλπουσα καὶ ὄμβροι τρέφοντες καὶ ἄνεμοι διαπνέοντες καὶ ὧραι ἀμείβουσαι καὶ γῆ βλαστάνουσα· οὗτοι γεωργοὶ ἀθάνατοι ἐγκάρπων φυτῶν καὶ δένδρων καὶ μηδὲν ἀνθρωπίνης τέχνης προσδεομένων. ταύτην τὴν γεωργίαν οὐδεὶς παύει, οὐ λοιμός, οὐ λιμός, οὐ πόλεμος, ἀλλὰ τά γ' ἄσπαρτα καὶ ἀνήροτα πάντα φύονται (Od ).
9
8. Origenes (s. III d.C.) Contra Celsum 4.74-76 (= Celsus 4.74-76)
Διὰ πολλῶν δ’ ἑξῆς ἐγκαλεῖ ἡμῖν ὡς τῷ ἀνθρώπῳ φάσκουσι πάντα πεποιηκέναι τὸν θεόν. καὶ βούλεται ἐκ τῆς περὶ τῶν ζῴων ἱστορίας καὶ τῆς ἐμφαινομένης αὐτοῖς ἀγχινοίας δεικνύναι, ὅτι οὐδὲν μᾶλλον ἀνθρώπων ἢ τῶν ἀλόγων ζῴων ἕνεκεν γέγονε τὰ πάντα. Οἴεται γὰρ πρῶτον μὲν μὴ ἔργα θεοῦ εἶναι βροντὰς καὶ ἀστραπὰς καὶ ὑετοὺς [...]· δεύτερον δέ φησιν ὅτι, εἰ καὶ διδοίη τις ταῦτα ἔργα εἶναι θεοῦ, οὐ μᾶλλον ἡμῖν τοῖς ἀνθρώποις ταῦτα γίγνεται πρὸς τροφὴν ἢ τοῖς φυτοῖς δένδροις τε καὶ πόαις καὶ ἀκάνθαις, [....] κἂν ταῦτα λέγῃς ἀνθρώποις φύεσθαι [...], τί μᾶλλον αὐτὰ ἀνθρώποις φήσεις φύεσθαι ἢ τοῖς ἀλόγοις ζῴοις τοῖς ἀγριωτάτοις· ἡμεῖς μέν γε κάμνοντες καὶ προσταλαιπωροῦντες μόλις καὶ ἐπιπόνως τρεφόμεθα· τοῖς δ’ ‘ἄσπαρτα καὶ ἀνήροτα πάντα φύονται’ (Od ).
10
Ss. III-V d. C. : punto álgido de la expresión 9
Ss. III-V d.C.: punto álgido de la expresión 9. Philostratus Maior sophista (s. III d.C.) Imagines 1.9.1 Ὕπομβρος μὲν ἡ γῆ, φέρει δὲ κάλαμον καὶ φλοιόν, ἃ δὴ ἄσπαρτα καὶ ἀνήροτα (Od ) δίδωσιν ἡ τῶν ἑλῶν εὐφυία, καὶ μυρίκη γέγραπται καὶ κύπειρον· καὶ γὰρ ταῦτά ἐστι τῶν ἑλῶν.
11
10. Eusebius Caesariensis (ss. III/IV a. C. ) Preparatio evangelica 12
Μωσέως τὸν πρῶτον τῶν γηγενῶν βίον ὑπογράψαντος ἐν παραδείσῳ θεοῦ γεγονέναι θεόν τε αὐτῶν ἡγεῖσθαι ἐν ἀχρημάτῳ καὶ ἀκτήμονι διαγωγῇ ἄσπαρτά τε αὐτοῖς καὶ ἀνήροτα πάντα φύεσθαι (Od ) γυμνούς τε εἶναι τῆς μετὰ ταῦτα περιβολῆς...
12
11. Eusebius Caesariensis (ss. III/IV a. C. ) Fragmenta in Lucam 24
Καὶ δευτέρῳ κέχρηται παραδείγματι λέγων· ᾿Εμβλέψατε εἰς τὰ πετεινὰ τοῦ οὐρανοῦ, ὅτι οὐ σπείρουσι, καὶ ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος τρέφει αὐτά. Οὐχ ὑμεῖς μᾶλλον διαφέρετε αὐτῶν (Eu.Matt ); Εἰ γὰρ τούτοις, ὧν μὴ πατὴρ τυγχάνει, ταῦτα δ' ἦν τὰ πετεινὰ, τῆς αὐτάρκους τροφῆς προὐνόησεν ὁ τῶν ἁπάντων κηδεμὼν καὶ προνοητὴς Θεὸς, ὑμῶν τῶν κατ' εἰκόνα τὴν αὐτοῦ πεποιημένων, διὰ τὴν ἐν ὑμῖν νοερὰν καὶ λογικὴν οὐσίαν πατὴρ τυγχάνων, πῶς οὐ πᾶσαν ποιήσεται τῆς ζωῆς φροντίδα; καὶ θρέψει γε ὑμᾶς ἀμερίμνως, οἷα πατὴρ υἱοῖς ἐξ ἑτοίμου παρέχων τὰ πρὸς τὴν χρείαν μᾶλλον ἢ τοῖς πετεινοῖς τοῦ οὐρανοῦ, οἷς ἀκοπιάτως ἄσπαρτα καὶ ἀνήροτα τὰ πρὸς τροφὴν πορίζεται (Od ), τοῦ ὑμετέρου Πατρὸς ὁμοῦ καὶ ζωὴν αὐτοῖς καὶ τροφὴν δωρουμένου.
13
12. Gregorius Nyssenus (s. IV d. C
12. Gregorius Nyssenus (s. IV d.C.) Adversus eos qui castigationes aegre ferunt Τίς κρείττων ποιμὴν Μωσέως; τίς δὲ ἄρχων ἐμμελὴς οὕτω καὶ ἤπιος, πάντα γινόμενος τῷ λαῷ, τροφεὺς, στρατηγὸς, ἱερεὺς, αὐτοπατὴρ, ἐν πολέμοις σώζων, ἐν ἐρήμῳ ἄσπαρτα καὶ ἀνήροτα (Od ) χορηγῶν ἀγαθὰ, δικάζων ἐμμελῶς, ἀπλανῶς ὁδηγῶν; καίτοι ἐπὶ τούτων κατεστασιάσθη ὡς ἀδικῶν, ὑβρίσθη ὡς βλάπτων...
14
13. Gregorius Nyssenus (s. IV d.C.) Contra Eunomium 1.1.49-52
Οὐ τοίνυν λανθάνει ταῦτα τὸν γνήσιον αὐτοῦ ζηλωτὴν Εὐνόμιον τοῦτον, ὃς τοῦ κατὰ φύσιν ἑαυτοῦ πατρός […] εὐγνώμονα μὲν καταμαθὼν καὶ νενομισμένην τὴν τοῦ βίου διαγωγήν, μοχθηρὰν δὲ διὰ πενίαν καὶ μυρίων γέμουσαν πόνων […] ταῦτα τοίνυν περὶ τὸν ἑαυτοῦ πατέρα βλέπων ἐρρῶσθαι φράσας τῷ τε ἀρότρῳ καὶ τῇ σμινύῃ καὶ πᾶσι τοῖς πατρικοῖς ἐργαλείοις, ὡς ἂν μὴ καὶ αὐτὸς προσταλαιπωροίη τοῖς ὁμοίοις τῶν πόνων, πρῶτον μὲν τῆς Προυνίκου σοφίας γίνεται μαθητής [...] Μετὰ δὲ ταῦτα [...] ἐπειδὴ πάντα μικρὰ καὶ οὐδὲν τῆς ἐπιθυμίας ἄξιον ἐκ τῆς περὶ ταῦτα σπουδῆς ἑώρα συναγειρόμενον, καταλιπὼν τὰ λοιπὰ τοῦ βίου ἐπιτηδεύματα μόνον ἐξ ἁπάντων ἐθαύμασε τὸν Ἀέτιον, οὐκ ἀσυνέτως οἶμαι, πρός γε τὸν ἑαυτοῦ σκοπόν, εἰς ἐπίνοιαν βίου τοῦτο ἐπιλεξάμενος. ἀφ' οὗ γὰρ μετέσχε τῆς ἀπορρήτου ταύτης σοφίας, ἐξ ἐκείνου “πάντα ἄσπαρτα αὐτῷ καὶ ἀνήροτα φύεται”(Od ). σοφὸς γάρ τίς ἐστι περὶ ἃ τὴν σπουδὴν ἔχει, καὶ ἔγνω πῶς ἄν τις μάλιστα τοὺς ἐμπαθεστέρους τῶν ἀνθρώπων προσοικειώσαιτο.
15
14. Gregorius Nyssenus (s. IV d.C.) Contra usurarios 9.197
ἀργὸς καὶ πλεονεκτικὸς βίος ὁ τοῦ τοκίζοντος· οὐκ οἶδε πόνον γεωργίας, οὐκ ἐπίνοιαν ἐμπορίας, ἐφ' ἑνὸς δὲ τόπου κάθηται τρέφων ἐπὶ τῆς ἑστίας θηρία. ἄσπαρτα αὐτῷ βούλεται τὰ πάντα καὶ ἀνήροτα φύεσθαι (Od ).
16
15. Libanius sophista (s. IV d.C.) Progymnasmata 3.3.26-27
τί δὲ θαυμαστὸν εἰ προσδεῖται πόνων ἐκείνη μηδὲ τῶν ἐλαττόνων ἄνευ ταλαιπωρίας ἐθελόντων περιγίνεσθαι; τὰ δὲ τῆς Δήμητρος οἱ γεωργοὶ πῶς σοι δοκοῦσι θερίζειν; ἆρα ἄσπαρτα καὶ ἀνήροτα κατὰ τοὺς Κύκλωπας (Od ); μῦθος ἐκεῖνα καὶ λόγος.
17
16. Themistius (s.IV d.C.) Oratio 21.260a-d
ἀλλ' ὅσα μὲν σὺν δίκῃ παραλάβοιεν ἐκ πατέρων, τούτων προορᾶσθαι καὶ ἐπιμελεῖσθαι χρεὼν ὑπηρεσίαν φιλοσοφίᾳ κτωμένους (Pl. R. 498b), αὐτοὺς δὲ πλοῦτον οὐκ ἐργαστέον, οὐδ' εἰς τὴν οἰκίαν παραδεκτέον τὸν ἕτοιμόν τε καὶ βρύοντα ἐκ τῆς ἀγορᾶς […] εἰ ἄρα τὸν νόμον τοῦτον διασώσομεν, οὐκ ἐπιτρέψομεν τοῖς φιλοσοφεῖν προσποιουμένοις δικῶν τε γίνεσθαι ἐργολάβοις καὶ ἀποκλείσαντας τὰ μουσεῖα περικυλινδεῖσθαι τῷ βήματι, διαπληκτιζομένους καὶ λοιδορουμένους ῥήτορσιν ὁμοῦ καὶ στρατιώταις, οὐδὲ ὑπομένειν ὅσα καὶ οἷα ὑπομένουσιν οἱ ἐπὶ ταύταις ταῖς ἐργασίαις νυκτηγρετοῦντές τε καὶ διημερεύοντες ἐν ταῖς δίκαις, ἐνίοτε εἰς τοὐπίσω ἀποπραττόμενοι τὸν μισθόν, ὅταν ἕλωνται οἱ μισθωσάμενοι τὰς εἰρηνικὰς συναλλαγάς [...] Οὐκ ἐπιτρέψομεν δὲ οὔτε οἰκίαν οἰκοδομεῖσθαι εἰς ἣν οὔτε μεταλλέας ἐμισθώσαντο οὔτε τέκτονας οὔτε οἰκοδόμους, ἀλλὰ τά γ' ἄσπαρτα καὶ ἀνήροτα πάντα φύονται (Od ), χαλκός τε χρυσός τε πολύκμητός τε σίδηρος (Il. 6.48, , ; Od ), οὐδὲ λιμῷ ἄγχειν δημιουργούς, μηδὲ ζωγράφους εἰργνύναι, ὅτι μὴ δωτίνην τὰ φάρμακα ἐπαλείφουσιν […] πᾶσα γὰρ ἡ τοιαύτη ἀνανδρία σμικρᾶς τε καὶ ἀνελευθέρου ψυχῆς...
18
17. Theodoretus Cyrensis (s. V d. C. ) Graecarum affectionum curatio 4
19
18. Theodoretus Cyrensis (s. V d.C.) De incarnatione domini 75.1460
20
19. Theodoretus Cyrensis (s. V d. C
19.Theodoretus Cyrensis (s. V d.C.) Interpretatio in XIV epistulas sancti Pauli ᾿Ανήροτον μὲν καὶ ἄσπαρτον (Od ) τῶν Γαλατῶν τὸ γένος ὁ τρισμακάριος ἐγεώργησε Παῦλος, καὶ τὰ τῆς εὐσεβείας ἐν αὐτῷ κατέβαλε σπέρματα·
21
Últimos testimonios: Ss. XI y XII d.C. 20. Michael Psellus (s. XI d.C.) Chronographia 4.36
Εἶτα ἄλλο ἐπ' ἄλλῳ ἐπινοῶν καί τι τοιοῦτον πρὸς σωτηρίαν τῶν ἀπολλυμένων ψυχῶν ἐπενόησεν· ἐπειδὴ γὰρ πολύ τι κατὰ τὴν Πόλιν πλῆθος τῶν ἑταιριζουσῶν ἐπικέχυται γυναικῶν, ἀποτρέπειν μὲν λόγῳ οὐκ ἐδοκίμασε (λασιόκωφον γὰρ δὴ τοῦτο <τὸ> γένος πρὸς σωτηριώδη παραίνεσιν), ἀλλ' οὐδ' ἔργῳ ἐπεχείρησεν ἐπισχεῖν, ἵνα μὴ δόξῃ βίαιόν τι ποιεῖν· ἀσκητήριον δὲ ἐν αὐτῇ <τῇ> βασιλίδι δομήσας τῶν πόλεων, μεγέθει τε μέγιστον καὶ κάλλει λαμπρότατον, οἷα δή τις μεγαλοφωνότατος κῆρυξ ταῖς πωλούσαις τὴν ὥραν τῷ δόγματι ἀνεβόησεν, εἴ τις ἐκείνων ἀποθέσθαι τὴν πρᾶξιν αἱροῖτο ἐπ' ἀφθόνοις τε ζῆν, ἐκεῖσέ τε καταφεύγειν καὶ τὸ θεῖον σχῆμα μεταμφιέννυσθαι, καὶ μὴ ἐπὶ τῷ δεδιέναι τοῦ βίου ἐλλείμματι, ἄσπαρτα γὰρ αὐταῖς καὶ ἀνήροτα τὰ πάντα βλαστήσει (Od ).
22
21. Eustathius Thessalonicensis (s. XII d. C
21. Eustathius Thessalonicensis (s. XII d.C.) De capta Thessalonica pág. 108 Ἐντεῦθεν δαπέδων σάλοι καὶ ἀνασχίσεις, δι’ ὧν οἶκοι πάντες ἐξωρωρύχατο, ὑπονομευόντων τῶν βαρβάρων κατὰ λαγιδεῖς ἢ ἀσπάλακας ἢ καὶ χοίρους ἢ ἄλλο τι ζῷον ῥιζοφάγον γεωχαρές, εἰπεῖν δὲ καὶ ἄλλως, κατὰ ἀροτρέας. Φαίνεται γὰρ ὡς καὶ ἀρότροις ἀνέσχιζον ἂν τὰ τῶν οἰκιῶν, εἴπερ ἐχώρει τὸ κατ’ αὐτὰς ἐμβαδόν. Ἔναγχος γάρ τοι ἄσπαρτα καὶ ἀνήροτα (Od ) δρεψάμενοι κατά τι πεπαροιμιασμένον θέρος χρύσεον, εἶτα καὶ ἄροτρον οἷον τοῦτον διεχειρίζοντο, ἐξ οὗ αὐτοφυῆ τὰ καλὰ ἐκέρδαινον ἕρμαια.
23
Conclusiones Textos descartados del estudio:
· Obras gramaticales: Heph. Enchiridion de metris 8.3 · Comentarios de textos religiosos y textos muy tardíos donde la expresión se utiliza en sentido literal: Gr. Nyss. In inscriptiones Psalmorum 5.155; Chrys. Catecheses ad illuminandos 8.23, De prophetarum obscuritate , In Genesim , In illud: Salutate Priscillam et Aquilam ; Thdt. Quaestiones in Octateuchum 187; Michael Attaliates 87; Michael Glycas Annales 302) · Comentarios de los poemas: Eust. Commentarii ad Homeri Odysseam , · Oráculos: Orac.Sib
24
Diogenianus paroemiographus (s. II d.C.)
᾿Αληλεσμένος βίος καὶ μεμαγμένος: ἐπὶ τοῦ ἑτοίμου καὶ προχείρου. ῎Ασπαρτα καὶ ἀνήροτα: ἐπὶ τοῦ ὁμοίου.
25
Muchas gracias por su atención
Παρόμοιες παρουσιάσεις
© 2024 SlidePlayer.gr Inc.
All rights reserved.